ΠΡΑΞΙΣ ΕΠΙ ΚΑΘΙΕΡΩΣΕΙ ΚΑΘΕΔΡΙΚΟΥ ΝΑΟΥ

ΘΕΟΛΟΓΟΣ

ΧΑΡΙΤΙ ΘΕΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗΣ
ΤΗΣ ΑΓΙΩΤΑΤΗΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΣΕΡΡΩΝ ΚΑΙ ΝΙΓΡΙΤΗΣ
ΥΠΕΡΤΙΜΟΣ ΚΑΙ ΕΞΑΡΧΟΣ ΠΑΣΗΣ ΜΑΚΕΔΟΝΙΑΣ

 

Ἀρχαῖον ἔθος ἐστίν ἐν τοῖς ἐκκλησιαστικοῖς τόν Ἐπίσκοπον ἑκάστης παροικίας εὐθετίζειν καί διοικεῖν τά τῆς λαχούσης αὐτῷ Ἐπαρχίας θέματα πρός Δόξαν Θεοῦ, σωτηρίαν καί οἰκοδομήν τοῦ χριστωνύμου λαοῦ, εὐταξίαν τε καί κόσμον τοῦ κυριακοῦ σώματος.

Ἐπειδήπερ καί ὁ κατά τήν μεγαλώνυμον πόλιν τῶν Σερρῶν θεῖος καί περικαλλής Ναός τῶν καλλινίκων Μεγαλομαρτύρων Θεοδώρων, ὁ τῇ πολιᾷ χριστιανικῇ ἀρχαιότητι ἐστεφανωμένος καί θείᾳ δόξῃ καί ἁγιασμῷ ἀναφαιρέτῳ καταλαμπανόμενος καί πεπληρωμένος, ὑπάρχων δέ καί φημιζόμενος, ἀρχῆθεν ὡς ἡ φωτοφόρος καί πάνσεπτος Καθέδρα τῶν κατά καιρούς προκαθημένων τοῦ Ἱεροῦ Συνθρόνου τῆς Ἁγίας Συνεκλεκτῆς τῶν Σερρῶν,

Ἔδοξε κἀμοί, τῷ ἐλαχίστῳ ἐν Ἐπισκόποις Θεολόγῳ,

τῷ χάριτι Θεοῦ καί ψήφοις κανονικαῖς κατασταθέντι εἰς Ποιμένα καί Ἐπίσκοπον τῆς Ἁγιωτάτης ταύτης Ἐκκλησιαστικῆς Ἐπαρχίας

τι καλόν καί πρέπον ἐστί,

συνῳδά καί τῇ παλαιφάτῳ Ἐκκλησιαστικῇ Πράξει, τόν Πανίερον καί Πανσεβάσμιον Ναόν τῶν ἐπ’ ὀνόματι τῶν Θείων Θεοδώρων ἐν τῇ θαυμασίᾳ μεγαλουπόλει τῶν Σερρῶν ἀπό αἰώνων πολλῶν ἐγερθέντα, φωτί δέ ἀνεσπέρῳ καί ἀϊδίῳ καταυγασθέντα καί τῇ τοῦ Παναγίου Πνεύματος ἐπισκιάσει ἀναδειχθέντα σκήνωμα θεῖον τῆς Δόξης τῆς Τρισαφαοῦς Θεότητος καί λιμένα σωτηρίας, ἀνακηρύξαι ὡς τόν Καθεδρικόν Ναόν τῆς Ἁγιωτάτης Ἐκκλησίας τῶν Σερρῶν καί Νιγρίτης καί ὡς τοιοῦτον ἐφεξῆς καί ἕως συντελείας τοῦ αἰῶνος γνωρίζεσθαι καί τιμᾶσθαι ὑπό πάντων.

Ἐν δέ τοῖς Ἐκκλησιαστικοῖς ὁρίζομεν μεγαλύνεσθαι τοῦτον ὡς τήν Πανίερον Καθέδραν τοῦ κατά καιρούς Ποιμένος τῶν Σερρῶν καί τά προνόμια διασώζειν ὅσα αὐτῷ ἐπιδαψιλεύσομεν κατ’ἰδίαν ἡμῶν προαίρεσιν καί βούλησιν.

Τῷ δέ Τρισαγίῳ Θεῷ, τῷ Σωτῆρι πάντων τῶν περάτων τῆς γῆς, τῷ ἐν τοῖς ἁγίοις Αὐτοῦ ἐπαναπαυομένῳ, Δόξα, Τιμή καί Προσκύνησις εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν τῇ περιφήμῳ πόλει τῶν Σερρῶν, ἔτει σωτηρίῳ 2013, μηνός Ὀκτωβρίου 6η, ἐν τῇ τοῦ Κυρίου ἡμέρα.

Διάπυρος πρός Θεόν εὐχέτης
† Ο ΣΕΡΡΩΝ ΚΑΙ ΝΙΓΡΙΤΗΣ ΘΕΟΛΟΓΟΣ

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
25η Μαΐου

Η μνήμη των ανθρώπων πάντα είν' ευλαβής όχι μόνον απέναντι των ιερών προσώπων, αλλά και απέναντι των γεγονότων που συνδέονται με τα ιερά πρόσωπα. Ο θάνατος των Αγίων, οι ευεργεσίες των κι όταν εζούσαν κι όταν απέθαναν, τα θαύματα με τα οποία εδόξασαν τον Θεό, και τους εδόξασεν ο Θεός, "είτε δια ζωής, είτε δια θανάτου", όλα είναι υπόθεση ιερή, για να τα θυμάται η Εκκλησία· έτσι και τον Θεό δοξάζει και τους Αγίους τιμά και τους πιστούς διδάσκει. Η τρίτη εύρεση της κεφαλής του Τιμίου Προδρόμου, την ανάμνηση της οποίας επιτελεί σήμερα η Εκκλησία, είναι ένα τέτοιο γεγονός άξιο μνείας, που επιτυχημένα εκφράζει τη σημασία του στο τροπάριο της σημερινής γιορτής. "Ως θείον θησαύρισμα εγκεκρυμμένον τη γη, Χριστός απεκάλυψε την κεφαλήν σου ημίν, Προφήτα και Πρόδρομε...". Θησαύρισμα και πλούτος των πιστών είναι τα ιερά λείψανα των Αγίων.

ΡΑΔΙΟ ΚΙΒΩΤΟΣ 99,2 FM

ΝΕΕΣ ΕΚΔΟΣΕΙΣ

ΗΜΕΡΟΛΟΓΙΟ 2017

ΠΕΡΙΟΔΙΚΟ ΑΓ. ΝΙΚΗΤΑΣ

ΤΟΠΙΚΟΙ ΑΓΙΟΙ

ΑΝΤΙΑΙΡΕΤΙΚΟΣ ΑΓΩΝΑΣ