Ορθόδοξη Πνευματικότητα Ευαγγελικές Περικοπές

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ

Κυριακή 25 Ιουλίου 2010
Ἐκ τοῦ κατὰ Ματθαίου. ιδ' 22
- 34
" † Θ' ΜΑΤΘΑΙΟΥ "

Τῷ καιρῷ ἐκεινῳ, ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς Μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ Μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα, ἐταράχθησαν, λέγοντες ὅτι φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Κυριακή 18 Ιουλίου 2010
Ἐκ τοῦ κατὰ Ματθαίου. ε' 14
- 19
" † ΠΑΤΕΡΩΝ Δ'ΟΙΚ. ΣΥΝ.
"

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς · Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· Ἓως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Κυριακή 11 Ιουλίου 2010
Ἐκ τοῦ κατὰ Ματθαίου. θ' 27 - 35
" † Z' ΜΑΤΘΑΙΟΥ "

Τῷ καιρῷ ἐκεινῳ, παράγοντι τῷ ᾿Ιησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῷ οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾿Ισραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ ᾿Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

<< Έναρξη < Προηγούμενο 1 2 3 4 5 Επόμενο > Τέλος >>
(Σελίδα 1 από 5)
 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
23η Αυγούστου

Σήμερα η Εκκλησία γιορτάζει την μνήμη του αγίου Καλλινίκου Πατριάρχου Κωνσταντινουπόλεως. Η ιστορία διασώζει το εξής περιστατικό μεταξύ του Πατριάρχου Καλλινίκου και του Αυτοκράτορος. Ο Αυτοκράτωρ ζήτησε από τον Πατριάρχη να διαβάση μια ευχή για να γκρεμίσουν μία εκκλησία, που στον τόπο της ήθελαν να χτίσουν μια βρύση. Ο Πατριάρχης του είπε πως δεν υπάρχουν ευχές για να κρεμίζωνται οι εκκλησίες, παρά μόνο για να χτίζωνται. Ο Αυτοκράτωρ όμως επέμενε και τότε ο Πατριάρχης, αντί για άλλη ευχή, είπε· "Δόξα τω Θεώ ανεχομένω...". Οι άνθρωποι ερχόμαστε σε τούτη τη ζωή για να χτίζουμε και όχι να γκρεμίζουμε, "εις οικοδομήν και ουκ εις καθαίρεσιν", όπως λέει ο Αποστολος Παύλος. Μόνο επειδή ανέχεται ο Θεός, μερικοί γκρεμίζουν τη ζωή των ανθρώπων και ξεθεμελιώνουν το πρόσωπο της γης με τη μάταιη καύχηση πως θα το ξαναχτίσουν καλύτερο. "Δόξα τω Θεώ ανεχομένω..."

ΡΑΔΙΟ ΚΙΒΩΤΟΣ 99,2 FM

ΝΕΕΣ ΕΚΔΟΣΕΙΣ

ΗΜΕΡΟΛΟΓΙΟ 2017

ΠΕΡΙΟΔΙΚΟ ΑΓ. ΝΙΚΗΤΑΣ

ΤΟΠΙΚΟΙ ΑΓΙΟΙ

ΑΝΤΙΑΙΡΕΤΙΚΟΣ ΑΓΩΝΑΣ